Βίος καί πολιτεία τού οσίου πατρός ημών Εφραίμ τού Σύρου
| Βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἐφραῒμ τοῦ Σύρου Συγγραφέας: Κατηγορία:Κείμενα με συγγραφέα χωρίς σελίδα συγγραφέα |
| BHG-584 |
Αʹ. Ἐφραῗμ ὁ θαυμάσιος ἔφυ μὲν ἐκ τῆς Σύρων γῆς. Ἑλόμενος δὲ τὴν ἀρετὴν ἐκ νηπίου, φυλάττεσθαι μὲν ἀεὶ καὶ φεύγειν τὰς ἐπιβλαβεῖς τῶν ἡλικιωτῶν ἔσπευδεν ὁμιλίας. Ὡμίλει δὲ συνεχῶς μᾶλλον τοῖς ἱεροῖς τῶν Γραφῶν βιβλίοις· καὶ ἡ περὶ αὐτὰ σπουδή, καὶ σχολή, καὶ μελέτη πάσης ὑπῆρχε τῷ Ἐφραῗμ ἡδονῆς ἡδίων· ὡς καὶ αὐτὸν συνῳδὰ τῷ Προφήτῃ λέγειν· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! Ὑπὲρ μέλι τῷ στόματί μου.»
Βʹ. Ἐντεῦθεν σύντροφος αὐτῷ καὶ ἡλικιῶτις ἀρετὴ πᾶσα, καὶ ἡ πρὸς τοὺς πόνους σπουδή. Καὶ τί γὰρ οὐ πρὸς ἀκρίβειαν αὐτῷ κατωρθώθη; οὐ νηστεία; οὐκ ἀγρυπνία; οὐ χαμευνία; οὐ χρηστότης; οὐκ ἐπιείκεια; οὐκ ἀκτημοσύνη; οὐκ ἐπὶ τοσούτῳ πλούτῳ τῶν ἀγαθῶν, καὶ ἡ ταπεινοφροσύνη; οὐ μὴν οὐδὲ τοῦ διδασκαλικοῦ χαρίσματος ἄμοιρος ἦν, ἀλλ' ἔστιν εἰς ἔτι καὶ νῦν, διὰ τῶν ἑαυτοῦ λόγων, ἡμῖν ὁμιλῶν, νουθετῶν, παρακαλῶν, συμβουλεύων, διαλεγόμενος. Ἀφ' ὧν οὐ μόνον τὸν εὐσεβῆ τῆς πίστεως λόγον ὀρθοτομεῖν ἔχομεν, ἀλλὰ καὶ πρὸς τὴν τῆς ἀρετῆς κτῆσιν διανιστάμεθα.
Γʹ. Τῆς μέντοι πρὸς Θεὸν ἐλπίδος, καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης τοσοῦτο ἐμέλησε τῷ Ἐφραῗμ, ὡς αὐτὸν ἐκεῖνον εἰπεῖν οὕτωσὶ τοῦ βίου ἀπαίροντα (δεῖ γὰρ τοῖς αὐτοῦ χρήσασθαι λόγοις)· «οὐδαμῶς ἐν πάσῃ τῇ ζωῇ μου ἐλοιδόρησα Κύριον, οὐ λόγος ἄφρων διὰ τῶν ἐμῶν προῆλθε χειλέων. Ἐν πάσῃ τῇ ζωῇ μου κατηρασάμην οὐδένα, καθόλου τε οὐδενὶ τῶν πιστῶν διεμαχησάμην.» Ἦν δὲ καὶ τὸ δάκρυον ἀπαύστως αὐτῷ τῶν ὀφθαλμῶν ἀπορρέον, ὡς πρότερόν τὰς ἀεννάους πηγὰς τὸ ῥεῖθρον ἐπιλείπειν, ἢ ἐκεῖνον ὑετίζειν τὸ δάκρυον. Συνανεπέμποντο δὲ τοῖς δάκρυσι καὶ οἱ στεναγμοί, τὸ ἔνδον ὑποκαιομένον τῆς κατανύξεως ἐμφαίνοντες πῦρ· ὅπερ σαφέστερον εἴσεται τις τοῖς ἐκείνου συγγράμμασιν ἐντυχών. Εὑρήσει γὰρ αὐτὸν περὶ κρίσεως πανταχοῦ καὶ παρουσίας Χριστοῦ τῆς δευτέρας φιλοσοφοῦντα, τό τε φοβερὸν ἐκεῖνο βῆμα οἱονεὶ πρὸ τῶν ὀφθαλμῶν τιθέμενον, καὶ τὴν ἡμέραν ἐκείνην σκοτοῦντα τῇ διανοίᾳ, ἑαυτόν τε κατάκριτον εἰσαγόμενον, καὶ λίαν ἐλεεινῶς ὀδυρόμενον.
Δʹ. Ταῖς τοιαύταις Ἐφραῗμ ἀεὶ σχολάζων τοῦ νοῦ φαντασίαις, ἐμάκρυνε, κατὰ τὸν Ψαλμῳδόν, φυγαδεύων, καὶ θόρυβον πάντα βιωτικόν, καὶ κλύδωνα, καὶ σάλον ἐκκλίνων. Καὶ περὶ τὴν ἔρημον αὐλιζόμενος, ἐκ τόπου εἰς τόπους ἀμείβων, ψυχῶν οἰκοδομῆς χάριν καὶ ὠφελείας· ἅτε καὶ Πνεύματι θείῳ κινούμενος, ἀπολιμπάνει ποτὲ τὴν ἐνεγκαμένην κατὰ θεῖον καὶ οὗτος Ἀβραὰμ κελευσθείς, καὶ τὴν Ἐδεσσηνῶν πόλιν καταλαμβάνει, ἅμα μὲν κατὰ προσκύνησιν τῶν ἱερῶν ἐν αὐτῇ λειψάνων τε καὶ τόπων ἐλθών, ἅμα δὲ καὶ κατὰ συντυχίαν ἀνδρός των λογίων τινός, ὥστε γνώσεως καρπὸν ἐκεῖθεν λαβεῖν· ὃ καὶ παρὰ Θεοῦ αἰτεῖ τε, οὕτως εἰπών· «Ἰησοῦ Χριστέ, Δέσποτα καὶ Κύριε πάντων, ἀξίωσόν με τὴν πόλιν Ἔδεσσαν εἰσιόντα τοιούτῳ ἀνδρὶ εὐθὺς ἐντυχεῖν, ὃς ἱκανὸς ἔσται πρὸς οἰκοδομὴν ψυχῆς καὶ ὠφέλειαν ἐμοὶ συλλαλήσαι.» Οὕτως εὐξάμενος, ἐπεὶ πρὸς ταῖς τῆς πόλεως εἰσόδοις, καὶ τὴν πόλιν εἰσῄει, σύννους ἦν, καὶ προσεκτικός, καὶ μεμεριμνημένος, οἷα σκοπῶν, ὅπως μὲν ἐκείνῳ τῷ ἀνδρὶ προσέλθοι, τίνα δὲ πύθοιτο παρ' αὐτοῦ, καὶ ποίας ἀπολαύσοι τῆς ὠφελείας.
Εʹ. Οὕτω τοιγαροῦν καὶ συννοίᾳ βαδίζοντι γυνή τις εὐθὺς συναντᾷ, καὶ αὐτὴ πόρνη. Θεοῦ δὲ τοῦτο πάντως ἦν, τοῦ διὰ τῶν ἐναντίων πολλάκις οἰκονομοῦντος τὰ ἐναντία μυστικῶς τε καὶ ἀποῤῥήτως. Ὁ μὲν οὖν ἱερὸς Ἐφραῗμ, οὕτω παρ' ἐλπίδα πᾶσαν ἐντυχὼν τῇ ἑταίρᾳ, ἵστατο πρὸς αὐτὴν ἐξητενικώς τι καὶ ἀτενὲς ἐνορῶν, ἀλύων τε καὶ παθαινόμενος καθ' ἑαυτὸν τὴν ψυχήν, ὅπως μὴ κατ' εὐχήν, ἀλλὰ παντάπασιν ἀπ' ἐναντίας μᾶλλον ἀπέβη τὸ αἰτηθέν. Ἡ δὲ οὕτως ὁρῶντα ἰδοῦσα, ὀξύτατον αὐτῷ πάλιν ἐμβάλλει τὸν ὀφθαλμόν. Ἐπεὶ δὲ οὕτω μέχρι πολλοῦ πρὸς ἀλλήλους ἑώρων, βουληθεὶς αὐτὴν ἐντρέψαι, καὶ εἰς αἰδῶ γυναικὶ πρέπουσαν ἀγαγεῖν ὁ μέγας· «Τί δέ οὐκ ἐρυθριᾷς, γύναι, φησίν, οὕτως πεπηγόσιν ὀφθαλμοῖς εἰς ἡμᾶς ὁρῶσα;» Κἀκείνη· «Ἀλλ' ἐμὲ οὕτως, ἔφη, προσῆκόν ἐστι πρὸς σὲ βλέπειν· καὶ γὰρ ἐκ σοῦ καὶ τῆς σῆς εἴλημμαι πλευρᾶς· σὲ δὲ οὐ πρὸς ἡμᾶς, ἀλλὰ πρὸς τὴν γῆν μᾶλλον ὁρᾷν δεῖ, ἐξ ἧς πάλιν ἐλήφθης αὐτός.» Τούτων ἔξω πάσης ἀκούσας ὁ Ἐφραῗμ προσδοκίας, τῇ τε γυναικὶ μεγάλας ὡμολόγει χάριτας ὠφελείας, καὶ Θεῷ θερμῶς ἀνέπεμπε τὰς εὐχαριστίας, τῷ διὰ τῶν παρ' ἐλπίδα πολλάκις, καὶ αὐτῶν ἐλπίδων κρείττονα ποιεῖν παρακαλῶ δυναμένῳ.
Ϛʹ. Ὡς οὖν ἱκαναὶ διῆλθον ἡμέραι, καὶ Ἐφραῗμ τὸν θεῖον ἡ πόλις Ἔδεσσα εἶχε, πόρνη τις γυνὴ ἐκ γειτόνων αὐτῷ οἰκοῦσα, ὄργανον εἰς κακίαν τῷ Πονηρῷ γίνεται· καὶ δι' αὐτῆς, ὥσπερ διὰ τοῦ ὄφεως αὐτῇ πρότερον, τῷ δικαίῳ προσβάλλει. Ἐπεὶ οὖν βρῶσίν τινα ἐτύγχανεν ἕψων ὁ θεῖος Ἐφραῗμ, ἐκείνη διανοίξασα τὴν θυρίδα, ἥτις ἄρα καὶ ἦν ἐπὶ τοῦ μεσαύλου, παρακύπτει τε ἀναισχύντως, καὶ αὐτὸν τοῦτο ἑταιρικῶς· «Εἶτα καὶ ἀναιδῶς ἐμβλέψασα τῷ ὁσίῳ· Εὐλόγησον, ἀββᾶ, λέγει. Ὁ δὲ μετὰ τοῦ προσήκοντος αὐτῷ σχήματός τε καὶ φθέγματος, «Ὁ Κύριος, φησίν, εὐλογήσει σε». Αὐτὴ δὲ πάλιν μετὰ θερμοῦ τοῦ γέλωτος καὶ ἀσέμνου· «Ἀλλὰ τί, εἶπεν, ἐλλείπει τῷ βρώματί σου;» Καὶ ὅς, «Τρεῖς, ἔφη, λίθοι καὶ ὀλίγη πηλός, ὥστε τὴν θυρίδα ταύτην ἀναφραγῆναι.» Ἐκείνη μηδὲν ὑπενδοῦσα τῆς ἀναιδείας, «Ὅτι σε προλαβόντες, ἔφη, προσηγορεύσαμεν, τοῦτο σοὶ τύφον ἐνῆκεν; Ἐγὼ συγκοιμηθῆναι βούλομαί σοι, φησί. Σὺ δέ με τὴν πρώτην εὐθὺς ἀπηγόρευσας;» Πρὸς ταῦτα, ὥσπερ ἐκείνη ῥημάτων σατανικῶν, οὕτω πολλῷ μᾶλλον αὐτὸς πνευματικῶν οὐκ ἠπόρησε λόγων, καὶ οἷον αὐτόν τε ἔδει λέγειν, κἀκείνην ἀκούειν. «Εἰ βούλει γάρ, ἔφη, ἀμφοτέρους συγκαθευδῆσαι, ἔνθα ἂν καὶ εἴπω σοι, ἐκεῖσε δὴ καὶ κοινῇ συγκεῖσόμεθα». Ὡς δὲ ἐκείνη τὸν λόγον ἥρπασε, καὶ ἤρετο τὸν τόπον, ἵνα τοῦτο γενέσθαι δεῖ. Οὐκ ἐν ἄλλῳ, ἔφη, τόπῳ, ὅτι μὴ ἐν τῷ μέσῳ συνελευσόμεθα τῆς πόλεως. Καὶ αὐτή· «Ἀλλ' οὐκ αἰδώς, ἔφη, καὶ αἰσχύνη σαφὴς ἀπὸ τῶν ὁρώντων ἀνθρώπων, οὕτω γοῦν ἐν τῷ μέσῳ κειμένων ἡμῶν;» «Ἔστω ἡ ἑλεῖν βουληθεῖσα γυνὴ τὴν ἀπαθῆ ψυχὴν καὶ ἀνάλωτον, οὐδὲ τοῦτο γνῶναι δυνήσεται, ὃ φησι Σολομῶν, ὅτι «Οἱ ὀφθαλμοὶ Κυρίου τοῦ ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἱ ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων».
Ζʹ. Αὐτίκα γοῦν, οἷα λαβῆς, τοῦ ῥήματος ὁ γενναῖος δραξάμενος ἀντεπῆγεν· «Εἰ οὖν ἀνθρώπων ὀφθαλμοὺς ἔκρινας ἱκανῶς ἔχειν ἐντρέψαι ψυχήν, καὶ πονηρᾶς ἀφελκύσαι πράξεως· τοὺς τοῦ Θεοῦ πάντα βλέποντας ὀφθαλμούς, ὅσα τε ἐν ἀδήλῳ, καὶ ὅσα κατὰ τὸ ἐμφανὲς πράττονται, οὐ πολλῷ μᾶλλον αἰδεσόμεθά τε καὶ ὑποπτήξομεν· καὶ πονηροῦ πράγματος ἀφεξόμεθα, ὃς κατήγορον ἀεὶ σύνοικον τὸ συνειδὸς ἡμῖν ἐπεγείρει, καὶ βασάνους ἐκεῖθεν πέρας ἐχούσας οὐδαμῶς ταμιεύεται;» Ταῦτα ἱκανὰ γέγονεν, οὐχ ἁπλῶς πεῖσαι τὴν πόρνην ἀποσχέσθαι τῆς πρὸς αὐτὸν φαύλης ἐπιθυμίας, ἀλλὰ καὶ ὑπὲρ τῶν προτέρων αὐτὴν μεταμελῆσαι κακῶν, ὅλου τε τοῦ βίου μεταβολὴν καὶ τῆς γνώμης ἐνθεῖναι. Αὐτίκα γοῦν προσελθοῦσα, καὶ εἰς γῆν πεσοῦσα, καὶ ποδῶν ἐκείνου τῶν ἱερῶν ἁψαμένη, συγγνώμην τε ᾐτεῖτο τῆς ἀλλογωτάτης ἐπιθυμίας καὶ ἀκολάστου ῥοπῆς· καὶ ὅπως ἂν γνησίαν εἰσενεγκοῦσα τὴν μετάνοιαν, τῆς ὁδοῦ πρὸς σωτηρίαν φερούσης μὴ διαμάρτοι, ὁδηγὸν αὐτὸν καὶ διδάσκαλον ἠξίου λαβεῖν. Ὁ δὲ (καὶ πῶς γὰρ οὐκ ἔμελλεν Ἐφραῗμ ὢν ἐκεῖνος, αἰτήμασι τοιούτοις ἑτοίμως ὑπηρετεῖν καὶ παραινεῖν τὰ δέοντα ;) καὶ τοῦ μὴ πορευθῆναι πάλιν, τοῦ θείου φάναι Ἰερεμίου, ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῆς τῆς πονηρᾶς, μηδὲ καταφρονῆσαι, τοῦ δευτερώσαι ὁδοὺς αὐτῆς, ἀσφαλῆστατα παραγγέλλει, εἰς μοναστήριόν τε γυναικῶν εἰσάγει ἀρετῆς ἐπιμελουμένων· καὶ τέλος, τὴν ἐκείνου ὑποκαλέσαι τῆς εὐθείας ὁδοῦ βουληθεῖσαν, αὐτὸς ἀπὸ τῆς ὁδοῦ μᾶλλον τῆς πονηρᾶς ἐπιστρέψας, καρπὸν ἔσχε δικαιοσύνης, τῆς ἐκείνης ἐπιστροφῆς. Οὕτως ὁ θεῖος Ἐφραῗμ δύο πόρναις γυναιξὶν ἐντυχών, τὴν μὲν ὠφέλησεν, ἐκ δὲ τῆς αὐτὸς ἀπέλαυσεν ὠφελείας, ἢ τἀληθέστερον εἰπεῖν, ἐξ ἀμφοτέρων· καὶ παρ' ἐλπίδα πᾶσαν ἀμφότερα, ἅτε δὴ καὶ ῥοπῆς θείας συνδραμούσης ἐπ' ἀμφοτέροις.
Ηʹ. Ἐκεῖθεν ἐπὶ τὴν Καππαδοκίας Καισάρειαν ὑπὸ τῆς ἀγούσης αὐτὸν ἄνωθεν ὁδηγηθεὶς χάριτος, τὸν μέγαν εἶδε Βασίλειον, τὸ στόμα τῆς Ἐκκλησίας, τὴν τῶν δογμάτων πηγήν. Ὃν Ἐφραῗμ ἰδὼν πολλαῖς ἤρξατο γεραίρειν ταῖς εὐφημίαις. Διορατικῷ γὰρ ὄμματι τῆς ψυχῆς ὁρᾷ τινα περιστερὰν (ἡλίου ἀκτῖνι τὸ εἶδος ἐκείνης ὅμοιον ἦν) τῷ δεξιῷ τούτου ὤμῳ λαμπρὰν λαμπρῶς ἐπικαθημένην, πρὸς οὖς τε ὁμιλοῦσαν τῷ Βασιλείῳ, κἀκεῖνον πάλιν τῷ λαῷ τὰ ὑπ' αὐτῆς ὥσπερ ὑπαγορευόμενα διηγούμενον. Ὅς καὶ ὑπὸ τῆς σεπτῆς ἐκείνης περιστερᾶς τὰ κατὰ τὸν Ἐφραῗμ μυηθείς; ἔγνω τε αὐτὸν ὅστις εἴη, καὶ ὅτου χάριν ἀφίκοιτο, δι' ὃ καὶ μεταδιδόασιν ἀλλήλοις τῆς ὁμιλίας, καὶ τῶν παρ' ἀλλήλοις καλῶν ἀπολαύουσιν. Ἀλλ' ἐπακτέον καὶ αὖθις ἐπὶ τὸν θεῖον Ἐφραῗμ, καὶ μόνα καθαρῶς τὰ ἐκείνου διηγητέον· ὅπως γε λογισμὸν οὐδένα μὴ πρὸς ἐργασίαν ἀρετῆς αὐτῷ συνεισφέροντά τι προσίετο· καὶ ὅπως ὀφειλῶς αὐτῷ παρὰ Θεῷ τὸ τῆς διδασκαλίας ἐδίδοτο τάλαντον, ὃ καὶ διαφερόντως ἐκεῖνος εἰς τὰς τῶν ψυχῶν αὐξάνειν ἀεὶ τραπέζας ἐσπούδασε.
Θʹ. Καὶ τοῦτο αὐτὸς ἐπισημαίνεται, λέγων, ὡς ἄρτι παῖς ἔτι ὢν καὶ ἐντὸς ἐφήβου, ἄμπελον εἶδε τινὰ βριθομένην πυκνοῖς τοῖς βότρυσι, τῆς ἑαυτοῦ γλώττης ἀναδοθεῖσαν, ἐπὶ πολὺ τε ὕψους ἀρθεῖσαν, καὶ τὰ νῶτα πάσης ἐπισχοῦσαν τῆς γῆς. Καὶ πᾶν μὲν πτηνὸν ἐφίζανον ἦν αὐτῇ, καὶ περιπετόμενον, καὶ τῶν βοτρύων σιτούμενον. Ἡ δὲ ἄμπελος ὅσῳ τοὺς βότρυας ὑπεκείρετο, καὶ τοὺς ὄρνιθας φιλοτίμως ἐδεξιοῦτο, τοσούτῳ πλέον ἔθυε τῷ καρπῷ, καὶ πολὺν αὐτὸν ἐκνοφόρει καὶ ἄφθονον. Καὶ τοῦτο μὲν αὐτός φησι περὶ ἑαυτοῦ. Ἐκεῖνο δὲ τῷ Ἐφραῗμ καὶ ἄλλοι προσμαρτυροῦσι τῶν βλέπειν τὰ τοιαῦτα ἠξιωμένων. Θεάσασθαί ποτε λέγουσιν ἀγγέλων πληθὺν ἄνωθεν κατιόντας, καὶ τόμον τά τε ἔνδον καὶ τὰ ἐκτὸς γεγραμμένον διὰ χειρὸς ἔχοντας. Ἐσκόπει δὲ ἡ φανεῖσα ὄψις ἐκείνη πρὸς ἑαυτήν, τίς ποτε ἄρα τὸν τόμον ἐγχειρισθείη· καὶ τῶν μὲν τοῦτον, τῶν δὲ ἐκεῖνον, καὶ ἄλλον ἄλλον προβαλλομένων, ὅσοι δὴ λαθῇ καὶ βίον εὐλαβῆ καὶ σώφρονα τηνικαῦτα μετιόντες ἦσαν. Τέλος ἐπὶ τῷ Ἐφραῗμ ἁπάντων συμπενησάντων, αὐτὸς καὶ τὸν τόμον ὑπὸ τῆς ἱερᾶς πληθύος πιστεύεται. Διαυπνισθεὶς οὖν ὁ τὴν ὄψιν ἰδών, περίφοβος τὴν ἐκκλησίαν καταλαμβάνει, καὶ τὸν Ἐφραῗμ εὑρὼν ἐν αὐτῇ διδασκαλίαις ὅτι χρησταῖς, καὶ αὐτοῦ μέλιτος ἡδυτέραις τοὺς παρόντας ἑνεστιῶντα· ταύτῃ τὸ ὄναρ συμβάλλει, καὶ ὁ μὲν ἀξίαν ὁμολογεῖ τῷ Θεῷ τὴν χάριν. Ἐξ ἐκείνου δὲ τῷ Ἐφραῗμ οὕτως εἶχε τὰ τοῦ λόγου ῥεῖθρα περιττῶς καὶ συντόμους, καὶ τοσοῦτο αὐτὸν ἡ τῶν ἐνθυμημάτων συνέχειαν ἐπικλύζουσα ἦν, ὡς μηδὲ τὴν γλῶτταν ἱκανῶς ἔχειν ὑπηρετεῖν τῷ τάχει τῶν νοημάτων· καίτοιγε τοιαύτῃ κεχρημένην εὐροίᾳ περὶ τὸ λέγειν, καὶ οὕτως ἑτοιμότατα τὸ νοηθὲν ἀπαγγέλλουσαν, ὡς μηδὲν εἰς τάχους λόγον αὐτῇ ἀπολείπεσθαι τῶν παρ’ ἄλλοις ἀποτομωτάτων. Ὥστε κἀκεῖνον λέγεταί ποτε φάναι πρὸς τὸν Θεόν· «Ἄνες, ὦ Δέσποτα, τῆς χάριτός σου τὰ κύματα.» Ὑπὸ γὰρ τὴν γλῶσσαν ἡ τῆς διδασκαλίας ἄβυσσος πελαγίζουσα, στέγειν αὐτὸν οὐκ εἴα λοιπόν, τῶν πρὸς τὸ λέγειν ὀργάνων οὐχ ὑπουργούντων.
Ιʹ. Ἐπέκοπτε δὲ τοὺς λόγους ἕτερον μὲν οὐδέν, εὐχὴ δὲ μόνη· καὶ ταύτην τὰ δάκρυα. Αἵ τε νύκτες αὐτὸν γρηγοροῦντα παραλαμβάνουσαι, νήφοντα πάλιν τῷ τῆς ἡμέρας φωτὶ παρεδίδοσαν, οἷα τὸν τοῦ σκότους ἄρχοντα ὑπειδόμενον, μὴ καὶ καταλάβοι αὐτὸν ὕπνῳ πεπεδημένον· καὶ διὰ τοῦτο πρὸς τὴν ἔφοδον ἐκείνου ἐγρηγορότα. Ὕπνος γὰρ αὐτῷ καὶ λίαν βραχὺς ἐξήρκει, παραγιγνόμενος μόνον, οὐκ εἰς κόρον αὐτῷ χρώμενος· καὶ τοσοῦτος, ὅσον αὐτοῦ διακρατεῖν ἀναγκαίως καὶ συνέχειν τὸ σῶμα τοῖς πολλοῖς ἱδρῶσι καὶ πόνοις κατατεινόμενον. Ἐποίει γὰρ φεύγειν αὐτοῦ τοὺς ὀφθαλμοὺς τὸν ὕπνον, πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ χαμευνία, σκληραγωγία, καὶ ἡ παντοδαπὴ τοῦ σώματος τῆξις ἐκείνη, καὶ κάκωσις.
ΙΑʹ. Ἀκτημοσύνης δὲ τοσοῦτος αὐτῷ συνειλέχθη πλοῦτος, ὥστε καὶ μάρτυρα ἐπ' αὐτῷ τὸ οἰκεῖον στόμα παραλαβεῖν, καὶ τὰ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς αὐτοῦ ῥήματα, ὧν οὐδὲν ἀξιωπιστότερον, ἢ ἀληθέστερον. Ἔχει δὲ οὕτως· «Οὐχ ὑπῆρξέ τῳ Ἐφραῗμ ποτὲ βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα, οὔτε μὴν ἀργύριον, οὔτε χρυσίον· Ἀλλ' οὐδὲ τινα κτῆσιν ἐπὶ τῆς γῆς ἐκτησάμην. Τοῦ γὰρ ἀγαθοῦ Βασιλέως ἤκουσα, φησί, ἐν τοῖς Εὐαγγελίοις τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάττοντος· Μηδὲν ἐπὶ τῆς γῆς κτήσησθε· ὅθεν οὐδὲ ἐμπαθῶς ἔσχον τι τοιοῦτο. Οὕτως ἐπείθετο πάντα τῷ Διδασκάλῳ, καὶ ζηλωτὴς οὕτως καὶ μιμητὴς τῶν πρώτων ἐκείνου μαθητῶν ἐδεικνύτο.
ΙΒʹ. Ταπεινοφροσύνῃ δέ, καὶ συντριβῇ καρδίας, καὶ μετριότητι, τίς οὕτω πολὺς ἀεί, καὶ θερμὸς καὶ ἄκματος; ὡς σποδὸν μὲν ὡσεὶ ἄρτον ἐσθίειν, τὸ πόμα δὲ κλαυθμῷ συγκιρνᾷν, καὶ πρὸς μὲν ἐπαίνους λίαν εὐλαβῶς ἔχειν, καὶ τοὺς εὐφημοῦντας αὐτὸν οὐ μόνον οὐχὶ προσίεσθαι, ἀλλὰ καὶ φανερῶς αὐτοῖς ἄχθεσθαι, ὥσπερ τοῖς κωμῳδοῦσιν ἕτερος καὶ λοιδορουμένοις· ἐρυθριᾷν τε, καὶ εἰς γῆν βλέπειν, καὶ χρόαν μὲν ἄλλοτε ἄλλην τῆς ὄψεως ἀμείβειν· ἱδρῶτι δὲ λεπτῷ στάζεσθαι, καὶ παντελῶς ἄφωνον μένειν, καθάπερ τῆς αἰσχύνης αὐτῷ τὴν φωνὴν ἐπεχούσης. Καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ μετριοφροσύνης ἴδιον. Ἤδη γὰρ μέλλων ἀπαίρειν, τοιαῦτα μετὰ σφοδρᾶς ἐπιτιμήσεως ἐπεσκήπτεν ἦν· «Μὴ ᾄσητε ᾄσμα ἐπὶ Ἐφραῗμ, καὶ ἐγκωμιάσητε, μὴ πολυτελεῖ ἐνθάψητε ἱματισμῷ, μὴ ἰδίῳ τῷ σώματί μου τάφον ἐργάσησθε. Λόγον γὰρ ἔχω μετὰ Θεοῦ, αὐλισθῆναι με σὺν τοῖς ξένοις· «Ξένος ἐγώ, καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.»
ΙΓʹ. Φιλανθρωπίας δὲ, καὶ πτωχοτροφίας, καὶ τοῦ πρὸς τοὺς πένητας οἴκτου τοσοῦτος αὐτῷ λόγος, καὶ οὕτω τῆς ἐκείνων ἀντείχετο προστασίας, ὡς ἐκείνῳ οἴκοθεν οὐκ εἶχε μεταδιδόναι (πόθεν ; ὃς γε καὶ αὐτὸς ἠπόρει τῶν ἀναγκαίων) μόνον εἶχε, τοῦτο πρὸς τὴν αὐτῶν ἐκέχρητο σωτηρίαν· καὶ τῇ τῆς γλώττης σοφίᾳ καὶ τῇ συνέσει, πολλοῖς, τῶν πλουσίων καὶ χεῖρα, καὶ σπλάγχνα, καὶ ταμιεῖα, φημι, διανοίξας, ἀφθόνως δι' αὐτῶν ἐχορήγει τοῖς δεομένοις. Ἦν γὰρ οὐχ ὁ λόγος τοῦ ἀνδρὸς μόνον οἷος ψυχὰς μαλάξαι, καὶ κινῆσαι πρὸς ἔλεον, ἀλλὰ καὶ αὐτὴ ἡ ὄψις, καὶ τὸ τοῦ ἤθους ἐπιεικές τε καὶ μέτριον· πολλάκις δὲ καὶ αὐτὸ τὸ βλέψαι τινὰς τῶν ἄλλων ψυχὰς ἱκανῶς πρὸς κατάνυξιν. Καὶ ταῦτα μὲν δὴ τοιαῦτα, καὶ οὕτως εἰς τὸ ἀκρότατον ἁπάσης ἀρετῆς ἀφιγμένα.
ΙΔʹ. Τῶν δὲ κατὰ Θεὸν ζήλου, καὶ τῶν ὑπὲρ τῆς ὀρθοδοξίας ἱδρώτων πολλὰ μὲν αὐτοῦ καὶ ἄλλα γνωρίσματα. Ὁ δὲ νῦν ὁ λόγος εἰπεῖν ὑποβάλλει, καὶ πρὸς ὃ φέρει λοιπὸν ἡ ἀκολουθία τοῦ διηγήματος, μέγιστον ἁπάντων καὶ χαριέστατον. Ἔχει δὲ οὕτως. Ἀπολλινάριος, ὁ πολλὴν μὲν εἰς τὸ ὕψος ἀδικίαν λαλήσας καὶ μελετήσας, πάντα δὲ καὶ ποιεῖν καὶ λέγειν ἐπὶ διαστροφῇ τῶν ὀρθῶν δογμάτων μεμαθηκώς, πολλὰ περὶ τὴν ἀληθῆ πίστιν καινοτομήσας, κατὰ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, ὡς καλῶς τῷ μεγάλῳ περὶ τούτων Ἠσαΐᾳ δοκεῖ, καὶ ἀπὸ θελήματος οἰκείου φθεγμένος, καὶ ταῦτα δυσὶ βιβλίοις συντάξας, γυναικί πιστεύει τινί, ᾗ τῇ ἐκείνου γνώμῃ καὶ ταῖς ἡδοναῖς δουλεύειν ἐλέγετο. Τοῦτο οὖν μαθὼν ὁ Ἐφραῗμ, καὶ θήραμα οἰκεῖον εἶναι τὸ πρᾶγμα νομίσας οὐχ ἁπλοῦν, ἀλλὰ τέχνης δεόμενον καὶ σοφίας, προσωπείῳ ἑνὶ ὑπέρχεται τῶν τὰ ἐκείνου φρονούντων, καὶ τῇ τῶν βιβλίων φυλακῇ προσῄει· τοῦτο μὲν, εὐλογίας αὐτῇ δῆθεν ἀπὸ τῆς ἐρήμου κομίζων· τοῦτο δὲ, καὶ οἰκειῶν ἑαυτὸν εὐτέχνως πρὸς τὴν γυναῖκα, καὶ συνήθης αὐτῇ γινόμενος, καθάπερ κοινωνίαν ἐχούσῃ πρὸς αὐτὸν καὶ τρόπων καὶ διδασκάλου. Ἐπεὶ δὲ καὶ ἡ σκηνὴ καλῶς εἶχεν αὐτῷ καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως, καὶ πέπειστο ἤδη παντελῶς ἡ γυνὴ μαθητὴν αὐτὸν εἶναι σαφῶς Ἀπολλιναρίου, καὶ τοῦ περὶ ἐκεῖνον τῆς ἀσεβείας χοροῦ, δέεται περὶ τῶν βιβλίων τῆς γυναικός, ὥστε δοθῆναι αὐτῷ τὰ τοῦ διδασκάλου συγγράμματα, ὅπως ἔχοι, φησίν, τοῖς αἱρετικοῖς (οὕτω ἡμᾶς τοὺς τῆς ὀρθοδόξου μοίρας ἀποκαλῶν) εὐπετῶς ἄγαν συμπλέκεσθαι. Ἡ δὲ τῇ σοφῇ ταύτῃ καὶ πιθανῇ τέχνῃ δελεασθεῖσα ἐγχειρίζει τὰς βίβλους αὐτῷ, ταχινήν μόνον εἰποῦσα γενέσθαι πάλιν αὐτῶν τὴν ἀπόδοσιν.
ΙΕʹ. Ὁ μέντοι μέγας Ἰακὼβ οὕτως τὸν βίβλον ταύτην πτερνίσας Ἠσαῦ, καὶ τὰ πονηρὰ πρωτοτόκια τῆς ἐκείνου κακίας ἐγχειρισθείς, ἐπέξεισι γενναίως τὸν ἀλιτήριον, καὶ τὸ τοῦ λόγου, παλαίει καλῶς τὴν ἀλώπεκα. Ὅρα γάρ μοι τοῦ σοφοῦ τὴν ἐπίνοιαν, καὶ ὅπως τηλικαύτην ψυχῆς σκαιότητα καὶ ποικιλίαν κατασοφίζεται. Τὸ μὲν οὖν πρὸς λόγους χωρῆσαι καὶ ἀντιθέσεις, καὶ γλῶτταν αὐτοῖς ἐπαφεῖναι, λῦσαί πάντα καὶ ἀνατρέψαι λίαν εὐχερῶς δυναμένην, οὐ πάνυ πρόχειρον ἦν αὐτῷ· ἀλλὰ καὶ χρόνου συχνοῦ δεόμενον καὶ πόνου. Τοῦτο δὲ τοῦ καιροῦ τηνικαῦτα μὴ ἐπιτρέποντος (ἐπείκειτο γὰρ ἡ γυνὴ σφοδρῶς ἀπαιτοῦσα τὰς βίβλους), ἐπ' ἄλλην τρέπεται τινα μηχανήν, πολὺ σὺν τῷ τάχει καὶ τὸ δραστήριον ἔχουσαν. Ἀναπτύξας γὰρ τὰ βιβλία, καὶ τῶν φύλλων ἕκαστον διελών, ἰχθύος τε κόλλῃ τὸ πᾶν ἱκανῶς διαχρίσας, εἶτα θάτερον θατέρῳ συμπτύξας, καὶ μέχρι πολλοῦ τῇ χειρὶ ταῦτα συσχὼν καὶ ἐπισφίγξας, ὡς ἓν πάντα γενέσθαι τῇ πρὸς ἄλληλα σχέσει καὶ συναφείᾳ, καὶ μηδ' ἕτερον τοῦ ἑτέρου διεξαπάσθαι δύνασθαι, ἢ ὁπωσοῦν ἀποῤῥηγνύεσθαι, τῇ γυναικὶ ἀποδίδωσιν. Ἡ δὲ ἀπολαμβάνει ταῦτα, μηδὲν περιεργασαμένη, μηδ' ἀναπτύξασα, πλὴν ὅτιπερ ὑγιῶς εἶχον τὰ ἔξω, τοῦτο μόνον ἐπ' αὐτοῖς ἀρκεσθεῖσα. Χρόνον μὲν οὖν οὕτω τινὰ κατεῖχε τὰς βίβλους παρ' ἑαυτῇ.
ΙϚʹ. Ἔπειτα καλεῖται μὲν ὑπὸ τῶν ὀρθοδόξων Ἀπολλινάριος. Τοῦ θείου δὲ τοῦτο Ἐφραῗμ, καὶ τῆς διὰ Χριστὸν εὐμηχάνου καὶ ὀξυτάτης ψυχῆς ἐκείνης ὑποβολή· ᾔδει γὰρ ἃ κατὰ τῶν ἀνοσίων ἐκείνων καὶ μιαρῶν βίβλων εἴργαστο. Καλεῖται τοίνυν Ἀπολλινάριος, ὡς τῷ γενναίῳ προστάτῃ τοῦ Λόγου διαλεξόμενος. Ὁ δὲ καὶ γήρᾳ ἤδη καὶ τοῖς ἐκ τοῦ γήρως κάμνων κακοῖς, αὐτὸς μὲν ἀπηγόρευσε τὴν διάλεξιν· εὐθὺς δὲ πρὸς τὰς οἰκείους ἔβλεψε βίβλους, καὶ ταύτας αὐτῷ κομισθῆναι προσέταττεν· αὗται γάρ μοι, φησίν, ὅσα καὶ στόμα τῷ λόγῳ διακονήσουσιν. Ἀμέλει καὶ τῶν βίβλων τὴν ἑτέραν λαβών, ὃ μὲν ἀναπτύσσειν αὐτήν, περὶ αὐτὰς που τὰς ἀρχὰς τῆς συγγραφῆς μετὰ πολλοῦ τοῦ φρονήματος ἐπειρᾶτο. Ὡς δ' οὐχ ὑπήκουεν ἐκείνη τὸ παράπαν, οὐδὲ τῶν φύλλων τινὰ διεσπάτο, ἀλλ' ἑαυτῆς εἴχετο μᾶλλον καθάπερ ἓν σῶμα γεγενημένη, περὶ τὰ μέσα ταύτης μετέβαινεν. Ἐπεὶ δὲ κἀνταῦθα διημάρτανε τῶν ἐλπίδων, τὴν τοιαύτην βίβλον ἀφείς, μετελάμβανε τὴν ἑτέραν. Ὡς δὲ κἀκείνη λοιπὸν εἶχε παραπλησίως, ἀδιαίρετός τε ἦν αὐτὴ ἑαυτῆς, καὶ παντελῶς ἀδιάσπαστος, εἰς πολλὴν καταστὰς ἀπορίαν, σκότου τὴν ψυχὴν πληρωθείς, ὑπὸ τῆς ἀθυμίας ἐκείνης καὶ τῆς αἰσχύνης ἰλίγγου, καὶ ὡς περὶ τῷ πάθει παρατραπείς, ἀντιλαβῇ τοῦ συνεδρίου, κατέχειν ἑαυτὸν ὅλως δυνατὸς οὐκ ὤν· καὶ τέλος, κακῶς ἀπόλλυται καρπὸν τῶν οἰκείων πόνων, καὶ βίβλων ἀμήσας θάνατον. Τοιοῦτος ἦν καὶ ὁ ὑπὲρ Χριστοῦ ζῆλος. Ἐφραῗμ, καὶ οὕτως εἰς τὴν ἐκείνου ψυχὴν ἀρετὴ πᾶσα πεφύτευτο, ὥστε πηγὴν ἄν τις αὐτὴν εἰκότως καλέσειε παντοδαποῖς νάμασι βρύουσαν, ἢ λειμῶνα ποικίλοις ἄνθεσι καὶ ῥόδοις κομῶντα, ἢ καὶ οὐρανὸν ἐπὶ γῆς ἄλλων τινῶν ἀστέρων πλήθει πάντοθεν ποικιλλόμενον· εἰ βούλει δέ, καὶ παράδεισον, οἷον τὸν τῆς Ἐδέμ, ἀκούεις ἀκμάζοντα, καὶ φαιδρὸν ἀεί, καὶ μηδέποτε μαραινόμενον· ἀλλὰ φυτοῖς ἐγκάρποις καὶ ἀκηράτοις ἀεί ποτε θάλλοντα. Πλὴν ὄφει μόνον τὸ παράπαν ἄψαυστόν τε καὶ ἀνεπίβατον τῷ πονηρῷ καὶ τῷ σωτηρίας ἐπιδούλῳ τῆς ἡμετέρας.
Ἀλλ’ ἤδη μοι πρὸς τὸ τέλος ὁρᾷ τὰ κατὰ τὸν Ἐφραῗμ διηγήματα. Διὸ καὶ τί τῶν περὶ τὴν ἐκείνου τελευταίαν διεξελθεῖν ἀναγκαῖον, καὶ ὃ μάλιστα τῆς ἐνούσης αὐτῷ χάριτος τὴν περιουσίαν ἱκανὸν παραστῆσαι. Ἤδη μὲν γὰρ τὴν ἐσχάτην ἀναπνοήν, ἔμελλεν ἐκδημίαν· τὰ τελευταία δὲ τοῖς παροῦσι παρηγγυᾶτο μὴ πολυτελεῖ ἐσθῆτι συνθάψαι, καθάπερ προλαβὼν ὁ λόγος ἐδήλωθεν. Εἰ δέ τις, φησίν, φιλοπάτωρ ὤν, τοιαύτην ἡμῖν ἐσθῆτα προητοιμάσατο, τὴν ὁρισθεῖσαν ταύτην ἐλεῖνος εἰς ταφὴν δότω τοῖς δεομένοις. Καὶ τοιαῦτα μὲν ἐκεῖνος πρὸς τοὺς παριστῶτας ἐπεσκήπτων ἦν. Εἷς δέ τις αὐτῶν, καὶ οὗτος τῶν ἐπιφανεστέρων, καὶ θερμοτέρων ἐσθῆτα πολυτελῆ καὶ φιλότιμον ἑτοιμάσας, περιβαλεῖν αὐτῇ τὸ ἐκείνου σῶμα μετὰ θάνατον διενοεῖτο· ἔπειτα τῆς ἐντολῆς ἀκούσας ἤλγει τε μᾶλλον, ὡς τὸ θέλημα καὶ τὴν πρόθεσιν ἀνασκευασθείς· καὶ διὰ τοῦτο δοῦναι πένησιν αὐτὴν ἀνεβάλλετο, βέλτιον εἶναι κρίνας χρυσίον μᾶλλον ἐκείνοις καταβαλεῖν, ὅσου ἂν ἡ ἐσθὴς ἐτιμᾶτο· ἀγνοίᾳ, ὡς ἔοικεν, ἀγνοήσας, ὅτι πολλῷ μᾶλλον οὕτως ἐφάνη τῷ Ἐφραῗμ χαριζόμενος πένητι δούς, ἢ θελήματι ἰδίῳ καὶ κρίσει στοιχῶν.
ΙΖʹ. Ταύτῃ τοι καὶ παθὼν ἄγνω, καὶ τῆς παρακοῆς εὐθὺς ὑπέσχε τὴν τιμωρίαν· πονηρῷ πληγεὶς δαίμονι, καὶ λογισμῶν μόνον οὐχὶ πράξεως κόλασιν εἰσπραχθείς. Ὅθεν καὶ πρὸ τῆς ἁγίου κλινῇ, μεταξὺ πάντων ὁρώντων, ἑαυτὸν προσαράττει, στρεβλῶν τὰς χεῖρας, καὶ διαστρέφων τοὺς ὀφθαλμούς, ἀφρὸν ἀποπτύων τοῦ στόματος, καὶ τἆλλα ὅσα λαμπρᾶς μανίας ἔργα ποιῶν, θειοτέρας λόγοις οἰκονομίας τούτῳ παραδοθεὶς εἰς παιδείαν, ᾗ πεισθείς, μᾶλλον πατρικῆς ἠλόγησεν ἐντολῆς. Τί οὖν; Ὁ τὰ κεκρυμμένα διορῶν, ἐκεῖνος καὶ τῷ Πνεύματι τῷ θείῳ φθεγγόμενος, συνῆκε τὸ πάθος, ἁμαρτίας εἶναι καρπόν· καί, Τί σοι μὴ δεόντως πέπρακται, φησίν, ἄνθρωπε, ὅ τι σε καὶ εἰς τηλικοῦτον ὤθησε κίνδυνον; Καὶ ὃς τῆς μανίας ἀνενεγκών, ἐξαγορεύει τὴν ἀνομίαν, ἐκκαλύπτει τὴν παρακοήν, ἐλέγχει τὴν τῶν λογισμῶν ἀσθένειαν. Ὃν ὁ θεῖος Ἐφραῗμ, τοῦ τε πάθους οἰκτείρας, καὶ ἀποδεξάμενος τῆς ἐξαγορεύσεως, εὐχῇ μόνῃ καὶ χειρῶν ἐπιθέσει τοῦ δαίμονος ἀπαλλάττει, πληροῦν αὐτῷ τὴν ὑπόχεσιν κατὰ τὴν ἐντολὴν ἐπιτρέψας. Οὗτος οὖν ὁ ἱερος Ἐφραῗμ ἐπὶ τέλει τοῦ βίου, καὶ τηλικούτῳ θαύματι τὰς ἄνω τοῖς παροῦσι, καὶ συμβουλεύσας, καὶ ὑποθείς, καὶ ἱκανῶς αὐτοὺς πρὸς ἀρετῆς ἐργασίαν δυναστώσας, πρὸς τὰς ἐκεῖθεν σκηνὰς διαβαίνει, καὶ τὴν ἐκδεχομένην τοὺς τοιούτους λαμπρότητα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμή, καὶ κράτος, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κατηγορία:Ελληνική αγιογραφία