Επιγράμματα Σαπφούς

Eπιγράμματα
Συγγραφέας:


Επιγράμματα

Τα παρακάτω αποσπάσματα αντιγράφηκαν από το Lyra Graeca του John Maxwell Edmonds (1922), αλλά παρουσιάζονται με τη σειρά που δίνεται από το Poetae lyrici Graeci του Theodorus Bergk.

Επίγραμμα 1

εἰς Ἀφροδίτην
Ποικιλόθρον᾽ ἀθάνατ᾽ Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκα, λίσσομαί σε·
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότυια, θῦμον,
ἀλλὰ τυίδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέροττα
τᾶς ἔμας αὔδως ἀΐοισα πήλυι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ᾽ ὐπασδεύξαισα, κάλω δέ σ᾽ ἆγον
ὤκεε στρούθω προτὶ γᾶν μέλαιναν
πύκνα δίννεντε πτέρ᾽ ἀπ᾽ ὀρράνω αἴθε-
ρος διὰ μέσσω,
αἶψα δ᾽ ἐξίκοντο· σὺ δ᾽, ὦ μάκαιρα,
μειδιάσαισ᾽ ἀθανάτῳ προσώπῳ
ἤρε᾽ ὄττι δηὖτε πέπονθα, κὤττι
δηὖτε κάλημι,
κὤττ᾽ ἔμῳ μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· 'τίνα δηὖτε πείθω
καὶ σ᾽ ἄγην ἐς ϝὰν φιλότατα; τίς τ᾽, ὦ
Ψάπφ᾽, ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ᾽, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα·'
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμμέρρει, τέλεσον, σὺ δ᾽ αὔτα
σύμμαχος ἔσσο.

Επίγραμμα 2

Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰζάνει, καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
καὶ γελαίσας ἰμμέροεν, τὸ δὴ ᾽μαν
κάρζαν ἐν στήθεσσιν ἐπεπτόασεν·
ὠς γὰρ ἔς τ᾽ ἴδω, Βρόχε᾽, ὤς με φώνας
οὖδὲν ἔτ' ἴκει,
ἀλλὰ κὰμ μὲν γλῶσσα ϝέαγε, λέπτον
δ᾽ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν,
ὀππάτεσσι δ' οὖδεν ὄρημ', ἐπιρρόμ-
βεισι δ᾽ ἄκουαι,
ἀ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δὲ
παῖσαν ἄγρη, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύϝην
φαίνομαι·—ἀλλὰ
πάντ<α νῦν τ>ολμάτε᾽, ἐπεὶ πένησα.

Επίγραμμα 3

Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν
ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος,
ὄπποτα πλήθοισα μάλιστα λάμπησ᾽
ἀργυρία γᾶν.

Επίγραμμα 4

...ἀμφὶ δ᾽ ὔδωρ
ψῦχρον <ὤνεμος> κελάδει δι᾽ ὔσδων
μαλίνων, αἰθυσσομένων δὲ φύλλων
κῶνμα κατάρρει·

Επίγραμμα 5

εἰς Ἀφροδίτην
...ἔλθε, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἄβραις
συμμεμείγμενον θαλίαισι νέκταρ
οἰνοχόεισα
τοῖς ἐταίροις τοίσδεσ᾽ ἔμοις τε καὶ σοῖς·...

Επίγραμμα 6

εἰς Ἀφροδίτην
Αἴ σε Κύπρος καὶ Πάφος ἢ Πάνορμος...

Επίγραμμα 7

σοὶ δ᾽ ἔγω λεύκας ἐπὶ δᾶμον αἶγος
<πίονα καύσω>,

Επίγραμμα 8

κἀπιλείψω τοι...

Επίγραμμα 9

εἰς Ἀφροδίτην
Αἴθ᾽ ἔγω, χρυσοστέφαν᾽ Ἀφρόδιτα,
τόνδε τὸν πάλον λαχόην...

Επίγραμμα 10

αἴ με τιμίαν ἐπόησαν ἔργα
τὰ σφὰ δοῖσαι...

Επίγραμμα 11

...τάδε νῦν ἐταίραις
ταῖς ἔμαισι τέρπνα κάλως ἀείσω.

Επίγραμμα 12

...ὄττινας γὰρ
εὖ θέω, κῆνοι με μάλιστα σίννον-
ται...

Επίγραμμα 13

πρὸς Ἀνακτορίαν
Οἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαῖσ᾽ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλιστον· ἔγω δὲ κῆν᾽ ὄτ-
τω τις ἔραται.
πάγχυ δ᾽ εὔμαρες σύνετον πόησαι
πάντι τοῦτ᾽· ἀ γὰρ πόλυ περσκόπεισα
κάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα
[κρίννε κάλ]ιστον
[ὂς τὸ πὰν] σέβας Τροΐας ὄλεσσε,
[κωὐδὲ πα]ῖδος οὐδὲ φίλων τοκήων
[μᾶλλον] ἐμνάσθη, ἀλλὰ παράγαγ᾽ αὔταν
[πῆλε φίλει]σαν
[Ὠρος· εὔκ]αμπτον γὰρ [ἀεὶ τὸ θῆλυ]
[αἴ κέ] τις κούφως τ[ὸ πάρον ν]οήση·
[ἄμ]με νυν̣, Ϝανακτορί[α, τὺ] μέμναι-
[σ᾽ οὐ] παρεοίσαις,
[τᾶ]ς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυγμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
[πεσδομ]άχεντας·
[εὖ μὲν ἴδ]μεν οὐ δύνατον γένεσθαι
[λῷστ᾽] ὂ̣ν ἀνθρώποις· πεδέχην δ᾽ ἄρασθαι
[τῶν πέδηχόν ἐστι βρότοισι λῷον]
[ἢ λελάθεσθαι.]

Επίγραμμα 14

ταῖς κάλαισ᾽ ὔμμιν <τὸ> νόημα τὦμον
οὐ διάμειπτον.

Επίγραμμα 15

[...]λαν· ἔγων δ᾽ ἔμ᾽ αὔτᾳ
τοῦτο σύνοιδα·
...

Επίγραμμα 16

ταῖσι <δὲ> ψαῦκρος μὲν ἔγεντο θῦμος,
πὰρ δ᾽ ἴεισι τὰ πτέρα...

Επίγραμμα 17

...κατ᾽ ἔμον στέλεγμον·
τὸν δ᾽ ἐπιπλάζοντ᾽ ἄνοαι φέροιεν
καὶ μελέδωναι.

Επίγραμμα 18

Ἀρτίως μ᾽ ἀ χρυσοπέδιλλος αὔως
<ἦλθε καὶ>...

Επίγραμμα 19

...πόδας δὲ
ποίκιλος μάσλης ἐπέτεννε, Λύδι-
ον κάλον ἔργον.

Επίγραμμα 20

...παντοδάπαις μεμειγμέ-
να χροΐαισιν

Επίγραμμα 21

...ἔμεθεν δ᾽ ἔχεισθα λάθαν.

Επίγραμμα 22

...ἢ τίν᾽ ἄλλον
<μᾶλλον> ἀνθρώπων ἔμεθεν φίλησθα;

Επίγραμμα 23

καὶ ποθήω καὶ μάομαι

Επίγραμμα 24

οὔ τι μ᾽ ὔμμες...

Επίγραμμα 25

ἆς θέλετ᾽ ὔμμες...

Επίγραμμα 27

σκιδναμένας ἐν στήθεσιν ὄργας
γλῶσσαν μαψυλάκαν πεφύλαχθε.

Επίγραμμα 28

πρὸς Ἀλκαῖον
αἰ δ᾽ ἦχες ἔσλων ἴμμερον ἢ κάλων
καὶ μή τι ϝείπην γλῶσσ᾽ ἐκύκα κάκον,
αἴδως κεν οὐκί σ᾽ ἦχεν ὄππατ᾽,
ἀλλ᾽ ἔλεγες περὶ τῶ δικαίως.

Επίγραμμα 29

ὄσταθι κἄντα <θᾶ με φίλαν> φίλος
καὶ τὰν ἐπ᾽ ὄσσοισ᾽ ὀμπέτασον χάριν.

Επίγραμμα 30

χρύσειοι <δ᾽> ἐρέβινθοι ἐπ᾽ άϊόνων ἐφύοντο.

Επίγραμμα 31

Λάτω καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἔταιραι...

Επίγραμμα 32

Μνάσεσθαί τινά φαιμ᾽ ὔστερον ἀμμέων·

Επίγραμμα 33/34

Ἠράμαν μὲν ἔγω σέθεν, Ἄτθι, πάλαι ποτά,
[ἆς ἔμ᾽ ἀνθεμόεσσ᾽ ἔτι παρθενία σὺ δὲ]
σμίκρα μοι πάϊς ἔμμεν ἐφαίνεο κἄχαρις.

Επίγραμμα 35

ἀλλ᾽ ὂν μὴ μεγαλύννεο δακτυλίω πέρι.

Επίγραμμα 36

Οὐκ οἶδ᾽ ὄττι θέω· δύο μοι τὰ νοήματα...

Επίγραμμα 37

ψαύην δ᾽ οὐ δοκίμοιμ᾽ ὀράνω ἔσσα διπάχεα.

Επίγραμμα 38

ὠς δὲ πάϊς πεδὰ μάτερα πεπτερύγωμαι.

Επίγραμμα 39

ἦρος ἄγγελος ἰμμερόφωνος ἀήδω

Επίγραμμα 40

Ἔρος δαὖτέ μ᾽ ὀ λυσιμέλης δόνει
γλυκύπικρον ἀμάχανον ὄρπετον,

Επίγραμμα 41

Ἄτθι, σοὶ δ᾽ ἔμεθεν μὲν ἀπήχθετο
φροντίσδην, ἐπὶ δ᾽ Ἀνδρομέδαν πότῃ.

Επίγραμμα 43

...ὄτα πάννυχος ἄσφι κατάγρει
[ὄππατ᾽ ἄωρος]...

Επίγραμμα 44

...χερρόμακτρα δὲ κὰγ γενύων
πορφύρα καταρτᾰμένα, τὰ Τῖμας
εἴς <τ᾽> ἔπεμψ᾽ ἀπὺ Φωκάας,
δῶρα τίμια· ...

Επίγραμμα 45

Ἄγε δῖα χέλυννά μοι
φωνάεσσά τε γίγνεο·

Επίγραμμα 46

See #Edmonds 83.

Επίγραμμα 47

Γέλλως παιδοφιλωτέρα·

Επίγραμμα 48

...μάλα δὴ κεκορημένοις
Γόργως...

Επίγραμμα 49

See below.

Επίγραμμα 50

..ἔγω δ᾽ ἐπὶ μαλθάκαν
τύλαν ὀσπολέω μέλε(α)...

Επίγραμμα 51

κῆ δ᾽ ἀμβροσίας μὲν κράτηρ ἐκέκρατο,
Ἔρμαις δ᾽ ἔλεν ὄλπιν θέοισ᾽ οἰνοχόησαι.
κῆνοι δ᾽ ἄρα πάντες καρχήσι᾽ ὄνηχον
κἄλειβον, ἀράσαντο δὲ πάμπαν ἔσλα γάμβρῳ.

Επίγραμμα 52

Δέδυκε μὲν ἀ σέλαννα
καὶ Πληΐαδες, μέσαι δὲ
νύκτες, παρὰ δ᾽ ἔρχετ᾽ ὦρα,
ἔγω δὲ μόνα κατεύδω.

Επίγραμμα 53

πλήρης μὲν ἐφαίνετ᾽ ἀ σέλαννα,
αἰ δ᾽ ὠς περὶ βῶμον ἐστάθησαν...

Επίγραμμα 54

Κρῆσσαι νύ ποτ᾽ ὦδ᾽ ἐμμελέως πόδεσσιν
ὤρχηντ᾽ ἀπάλοισ᾽ ἀμφ᾽ ἐρόεντα βῶμον,
πόας τέρεν ἄνθος μάλακον ματεῖσαι.

Επίγραμμα 55

Ἄβρα δηὖτ᾽ ἐπ᾽ ἄγκ᾽ ἆς πάλαι ἀλλόμαν.

Επίγραμμα 56

Φαῖσι δή ποτα Λήδαν ὐακίνθινον
πεπυκάδμενον ὤϊον
εὔρην...

Επίγραμμα 57

...ὀφθάλμοις δὲ μέλαις χύτο νύκτος ἄωρος.

Επίγραμμα 58

Ἔχει μὲν Ἀνδρομέδα κάλαν ἀμοίβαν...

Επίγραμμα 59

Ψάπφοι, τί τὰν πολύολβον Ἀφροδίταν
[ἀτίμασας;...]

Επίγραμμα 60

εἰς τὰς Χάριτας καὶ τὰς Μούσας
Δεῦτέ νῠν ἄβραι Χάριτες καλλίκομοί τε Μοῖσαι.

Επίγραμμα 61

...πάρθενον ἀδύφωνον

Επίγραμμα 62

κατθναίσκει, Κυθέρη᾽, ἄβρος Ἄδωνις· τί κε θεῖμεν;
καττύπτεσθε, κόραι, καὶ κατερείκεσθε χίτωνας.

Επίγραμμα 63

ὦ τὸν Ἄδωνιν.

Επίγραμμα 64

...ἔλθοντ᾽ ἐξ ὀράνω πορφυρίαν προιέμενον χλάμυν.

Επίγραμμα 65

εἰς τὰς Χάριτας
Βροδοπάχεες ἄγναι Χάριτες δεῦτε Δίος κόραι.

Επίγραμμα 66

ὀ δ᾽ Ἄρευς φαῖσί κεν Ἄφαιστον ἄγην βίᾳ.

Επίγραμμα 67

<Ἕκτορος καὶ Ἀνδρομάχης γάμοι>
...Κύπρο.[...]
κᾶρυξ ἦλθ[ε] θό[ων ουνάμι μ]ελέ[ων] ἔθεις
Ἰδάοις τάδε κ[ᾶ]λα φ[όρ]εις τάχυς ἄγγελος
...
τᾶς τ᾽ ἄλλας Ἀσίας τ[ά]δ᾽ ἔσαν κλέος ἄφθιτον.
'Ἔκτωρ κοἰ συνέταιροι ἄγοισ᾽ ἐλικώπιδα
Θήβας ἐξ ἰάρας Πλακίας τ᾽ ἀπ᾽ ἀϊνάω
ἄβραν Ἀνδρομάχαν ἐνὶ ναῦσιν ἐπ᾽ ἄλμυρον
πόντον· πόλλα δ᾽ [ἐλί]γματα χρύσια κἄμματα
πορφύρ[α] λία τ᾽ αὖ τ[ρό]να, ποίκιλ᾽ ἀθρήματα,
ἀργύρ[α τ᾽] ἀνάριθμα ποτήρια κἀλέφαις.'
ὢς εἶπ᾽· ὀτραλέως δ᾽ ὀνόρουσε πάτ[ηρ] φίλος,
φάμα δ᾽ ἦλθε κατὰ πτόλιν εὐρύχορον Ϝίλω.
αὔτικ᾽ Ἰλιάδαι σατίναις ὐπ᾽ ἐϋτρόχοις
ἆγον αἰμιόνοις, ἐπέβαινε δὲ παῖς ὄχλος
γυναίκων τ᾽ ἄμα παρθενίκαν τε τανυσφύρων·
χῶρις δ᾽ αὖ Περάμοιο θύγατρες [ἐπήϊσαν.]
ἴππ[οις] δ᾽ ἄνδρες ὔπαγον ὐπ᾽ ἄρ[ματα, σὺν δ᾽ἴσαν]
π[άντ]ες ἀΐθεοι· μεγάλωστι δ᾽ [ἴεν μέγας]
δ[ᾶμος] κἀνίοχοι φ[αλάροισ]ι̣ [κεκαδμέναις]
π[ώλοις ἐ]ξαγο[ν...]
...
[ὄτα δεὖτ᾽ ὀχέων ἐπέβαν ἰ]κελοι θέοι[ς]
[Ἔκτωρ Ἀνδρομάχα τε, σύν]αγνον ἀόλ[λεες]
[Τρῶες Τρωΐαδες τ᾽ ἐρ 'τεν]νον ἐς Ἴλιο[ν.]
[...]τον ἐμίγνυ[σαν]
[...] ὠς δ᾽ ἄρα πάρ[θενοι]
[...]νεδε...
...
[...]φ[.]α.[.]ο[ν εὐ]ρυεδε[..]..εακ[.].[
[... κα]ὶ κασία λίβανός τ᾽ ὀνελίχνυτο.
γύναικες δ᾽ ἐλέλυσδον ὄσαι προγενέστεραι
πάντες δ᾽ ἄνδρες ἐπήρατον ἴαχον ὄρθιον
πάων᾽ ὀγκαλέοντες ἐκάβολον εὐλύραν
ὔμνην δ᾽ Ἔκτορα κ᾽Ανδρομάχαν θεοεικέλο[ις.]
(Σαφ[ο]ὺς μέλη)

Επίγραμμα 68

κατθάνοισα δὲ κείσεαι οὐδέ τινι μναμνοσύνα σέθεν
ἔσσετ᾽ οὐδέποτ᾽ <εἰς> ὔστερον· οὐ γὰρ πεδέχεις βρόδων
τῶν ἐκ Πιερίας, ἀλλ᾽ ἀφάνης κἠν Ἀΐδα δόμοις
φοιτάσεις πεδ᾽ ἀμαύρων νεκύων ἐππεποταμένα.

Επίγραμμα 69

οὔδιαν δοκίμωμι προσίδοισαν φά?? ἀλίω
ἔσσεσθαι σοφίᾳ πάρθενον εἰς οὔδενά ποι χρόνον
τοιαύταν...

Επίγραμμα 70

...τίς δὲ
ἀγροίωτις ᾰγροίωτιν ἐπεμμένα
σπόλαν <τέον> θαλύει νόον,
οὐκ ἐπισταμένα τὰ βράκε᾽ ἔλκην ἐπὶ τω σφύρων;

Επίγραμμα 71

Ἤρων ἐξεδίδάξ᾽ ἐγ Γυάρων τὰν ἀνυόδρομον·

Επίγραμμα 72

...ἀλλά τις οὐκ ἔμμι παλίγκοτος
ὄργαν, ἀλλ᾽ ἀβάκην τὰν φρέν᾽ ἔχω...

Επίγραμμα 73

αἴ τ᾽ ὄρααι στεφαναπλόκην.

Επίγραμμα 74

<Ω Ψάμφοι>, σύ τε κἄμος θεράπων Ἔρος

Επίγραμμα 75

...ἀλλ᾽ ἔων φίλος ἄμμιν
λέχος ἄρνῠσο νεώτερον·
οὐ γὰρ τλάσομ᾽ ἔγω συνοί-
κην νέῳ ἔσσα γεραιτέρα.

Επίγραμμα 76

πρὸς Μνησιδίκην
Εὐμορφοτέρα Μνασιδίκα τᾶς ἀπάλας Γυρίννως

Επίγραμμα 77

εἰς Εἰρήνην
Ἀσαροτέρας οὐδαμά ποι Εἴρηνα σέθεν τύχοισα...

Επίγραμμα 78

πρὸς Μνησιδίκην
σὺ δὲ στεφάνοις, ὦ Δίκα, πέρθεσσ᾽ ἐράταις φόβαισιν
ὄρπακας ἀνήτοιο συνέρραισ᾽ ἀπάλαισι χέρσιν·
ταὐάνθεα γὰρ <παρ>πέλεται καὶ Χάριτας μάκαιρα<ς>
μᾶλλον προτόρην· ἀστεφανώτοισι δ᾽ ἀπυστρέφονται.

Επίγραμμα 79

...ἔγω δὲ
φίλημ᾽ ἀβροσύναν, καί μοι τὸ λάμπρον
ἔρος ἀελίω καὶ τὸ κάλον λέλογχε·

Επίγραμμα 80

...ὀ πλοῦτος <δ᾽> ἄνευ ἀρέτας
οὐκ ἀσίνης πάροικος·
ἀ δὲ κρᾶσις ἀμφοτέρων
δαιμονίαν ἄκραν ἔχει·

Επίγραμμα 81

καίναν μέν τε τύλαν κατὰ σὰ σπολέω μέλεα·

Επίγραμμα 82

αὐτὰ δὲ σύ, Καλλιόπα...

Επίγραμμα 83

Δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν

Επίγραμμα 84

εἰς τὰς Μούσας
Δεῦρο δηὖτε, Μοῖσα, χρύσιον λίποισαι
[δῶμα]...

Επίγραμμα 85

πρὸς Κλῆϊν
Ἔστι μοι κάλα πάϊς χρυσίοισιν ἀνθέμοισιν
ἐμφέρην ἔχοισα μόρφαν, Κλεῦις ἀγαπάτα,
ἀντὶ τᾶς ἔγω οὐδὲ Λυδίαν παῖσαν οὐδ᾽ ἐράνναν
[Λέσβον ἀγρέην κε]...

Επίγραμμα 86

...πόλλα μοι τὰν
πολλυανάκτιδα παῖδα χαίρην·

Επίγραμμα 87

Διελεξάμαν ὄναρ Κυπρογενήᾳ·

Επίγραμμα 88

Τί με Πανδίονις ὄρραννα χελίδω...;

Επίγραμμα 89

ἀμφὶ δ᾽ ἄβροις λασίοισ᾽ εὖ ϝ᾽ ἐπύκασσε...·

Επίγραμμα 90

Γλύκηα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἰστον
πόθῳ δάμεισα παῖδος βραδίνω δι᾽ Ἀφροδίταν.

Επίγραμμα 91

Ἴψοι δὴ τὸ μέλαθρον
Υ̓μήνᾰον,
ἄερρατε, τέκτονες ἄνδρες,
Υ̓μήναον·
γάμβρος ϝίσσος Ἄρευϊ,
<Υ̓μήναον,>
ἄνδρος μεγάλω πόλυ μείζων,
<Υ̓μήναον,>
πέρροχος ὠς ὄτ᾽ ἄοιδος
<Υ̓μήναον,>
ὀ Λέσβιος ἀλλοδάποισιν,
<Υ̓μήναον·>

Επίγραμμα 93

οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ᾽ ὔσδῳ
ἄκρον ἐπ᾽ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδρόπηες.
οὐ μὰν ἐκλελάθοντ᾽, ἀλλ᾽ οὐκ ἐδύναντ᾽ ἐπίκεσθαι·

Επίγραμμα 94

οἴαν τὰν ὐάκινθον ἐν ὄρρεσι ποίμενες ἄνδρες
πόσσι καταστείβοισι, χάμαι δ᾽ ἔτι πορφύρα ἄνθη.

Επίγραμμα 95

Ἔσπερε πάντα φέρων, ὄσα φαίνολις ἐσκέδασ᾽ αὔως,
φέρεις ὄϊν,
φέρεις αἶγα, φέρεις ἀπὺ ϝὸν μάτερι παῖδα.

Επίγραμμα 96

ἀϊπάρθενος ἔσσομαι·

Επίγραμμα 97

Δώσομεν, ἦσι πάτηρ,

Επίγραμμα 98

Θυρώρω πόδες ἐπτορόγυιοι,
τὰ δὲ σάμβαλα πεμπεβόηα
πέσσυγγοι δὲ δέκ᾽ ἐξεπόνασαν·

Επίγραμμα 99

Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος, ὠς ἄρᾱο
ἐκτετέλεστ᾽, ἔχεις δὲ πάρθενον, ἂν ἄραο·

Επίγραμμα 100

μελλίχιος δ᾽ ἐπ᾽ ἰμμέρτῳ κέχυται προσώπῳ...

Επίγραμμα 101

ὀ μὲν γὰρ κάλος <εἲς κάλος> ὄσσον ἴδην πέλει,
ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται...

Επίγραμμα 102

ἦρ᾽ ἔτι παρθενίας ἐπιβάλλομαι;

Επίγραμμα 103

χαίροι τ᾽ ᾰ̓ νύμφᾰ, χαιρέτω τ᾽ ὀ γάμβρος·

Επίγραμμα 104

Τίῳ σ᾽, ὦ φίλε γάμβρε, κάλως ἐϊκάσδω;
ὄρπακι βραδίνῳ σε κάλιστ᾽ ἐϊκάσδω.

Επίγραμμα 105

...χαῖρε, νύμφα,
χαῖρε, τίμιε γάμβρε, πόλλα.

Επίγραμμα 106

οὐ γὰρ ἦν ἀτέρα πάϊς, ὦ γάμβρε, τοαύτα·

Επίγραμμα 107

τεσσεραμήνιον

Επίγραμμα 108

ὦ τὸν Ἀδώνιον.

Επίγραμμα 109

Παρθενία, παρθενία, ποῖ με λίποισ᾽ ἀποίχῃ;
Οὐκέτι, νύμφα, προτὶ σ᾽ ἴξω, προτὶ σ᾽ οὐκέτ᾽ ἴξω.

Επίγραμμα 110

Ἆλλα, μὴ κάμπτε στέραν φρένα...

Επίγραμμα 111

φαίνεταί ϝοι κῆνος...

Επίγραμμα 112

ὠΐω πόλυ λευκότερον...

Επίγραμμα 113

Μήτ᾽ ἔμοι μέλι μήτε μελίσσαις·

Επίγραμμα 114

μὴ κίνη χέραδας.

Επίγραμμα 115

...ὄπταις ἄμμε...

Επίγραμμα 116

ἠμιτύβιον στέλασσον·

Επίγραμμα 117

τὸν ϝὸν παῖδα κάλει·

Επίγραμμα 118

εἰς παῖδα ἀνώνυμον
Παῖς ἔτ᾽ ἄφωνος ἔοισα τόρ᾽ ἐννέπω αἴ τις ἔρηται
φώναν ἀκαμάταν κατθεμένα πρὸ πόδων·
Αἰθοπίᾳ με κόρᾳ Λάτως ὀνέθηκεν Ἀρίστω
Ἐρμοκλειταία τῶ Σαϋναϊάδα
σὰ πρόπολος, δέσποινα γυναίκων· ᾆ σὺ χάρεισα
πρόφρων ἀμμετέραν ἐυκλέϊσον γενίαν.

Επίγραμμα 119

εἰς Τιμάδα
Τίμαδος ἄδε κόνις, τὰν δὴ πρὸ γάμοιο θάνοισαν
δέξατο Φερσεφόνας κυάνιος θάλαμος,
ἆς καὶ ἀπυφθιμένας παῖσαι νεόθαγι σιδάρῳ
ἄλικες ἰμμέρταν κρᾶτος ἔθεντο κόμαν.

Επίγραμμα 120

εἰς Πελάγωνα
Τῷ γρίππει Πελάγωνι πάτηρ ἐπέθηκε Μένισκος
κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.

Επίγραμμα 122

...πόλυ πάκτιδος ἀδυμελεστέρα,
χρύσω χρυσοτέρα...

Επίγραμμα 125

ἀλγεσίδωρον
μυθόπλοκον

Επίγραμμα 133

εἰς Ἔσπερον
Ἀστέρων πάντων ὀ κάλιστος...

Επίγραμμα 136

οὐ γὰρ θέμις ἐν μοισοπόλῳ οἰκίᾳ
θρῆνον θέμεν· οὐκ ἄμμι πρέπει τάδε.

Επίγραμμα 149

ἄκακος·

Επίγραμμα 150

ἀμαμάξυδες

Επίγραμμα 151

ἀμάρα·

Επίγραμμα 152

αὖα

Επίγραμμα 153

Πότνι᾽ αὔως...·

Επίγραμμα 155

βεῦδος,

Επίγραμμα 156

γρύταν

Επίγραμμα 158

ζάβατον

Επίγραμμα 159

ἀγαγοίην

Επίγραμμα 162

Μήδεϊα

Επίγραμμα 163

μύρραν

Επίγραμμα 164

Μοισάων

Επίγραμμα 165

νίτρον·

Επίγραμμα 166

πολυΐδριδι,

Επίγραμμα 167

σκύθαρρον.

Επίγραμμα 168

Τίοισιν ὀφθάλμοισιν...;

Επίγραμμα 169

χέλυννα

Επιπλέον αποσπάσματα

Τα παρακάτω αποσπάσματα από το Lyra Graeca δεν ήταν παρόντα στο Poetae lyrici Graeci.

Edmonds 34

[...]θε θῦμον
[...]μι πάμπαν
[...] δύναμαι
[...]
[...]ας κεν ἦ μοι
[...]ς̣ ἀντιλάμπην
[... κά]λον πρόσωπον
[...]
[... ἐ]γχροΐσθεις
[...]'[...]ρος̣

Edmonds 35

[πρὸς Χάραξον]
[...]δώσην.
[αἰ κλ]ύτων μέν τ᾽ ἐπ[πότεαι μεδ᾽ ἄνδρων]
[κωὐ κ]άλων κἄσλων, ἐ[νέπεις δὲ χαίρην]
[τοὶς φι]'λοις, λύπης τέ μ[ε σοὶ γένεσθαι]
[φαὶς ἔ]μ᾽ ὄνειδος,
[ἦτορ] οἰδήσαις, ἐπὶ τα̣[ῦτ᾽ ἀρέσκεο]
[καρδι]άν· ἄσαιο· τὸ γὰρ ν̣[όημα]
[τὤ]μον οὐκ οὔτω μ[αλάκως χόλᾳ παί-]
[δων] διάκηται·
[ἀλλὰ μὴ δό̣αζε· [γέροντας ὄρνις]
[οὐκ ἄγρη βρό]χις· συνίημ[᾽ ἔγω σε]
[οἶ πρὶν ἐσπό]λ̣ης κακότατο[ς, οἴῳ]
[δ᾽ ἀντετέθη]μεν
[δαΐῳ. σὺ δ᾽ ὦ]ν ἀτέραις με[μήλων]
[λῳόνων τίθ]η φρένας· εὔ[κολον γὰρ]
[νῶν τράφοισ]α τοὶς μάκα[ρας σάφ᾽ οἶδ᾽ ἔ-]
[μοι παρέοντας.]

Edmonds 36

εἰς Νηρηΐδας
[Χρύσιαι] Νηρήϊδες, ἀβλάβη[ν μοι]
[τὸν κασί]γνητον δότε τυίδ᾽ ἴκεσθα[ι,]
[κἂ μὲν] ᾦ θύμῳ κε θέλη γένεσθαι,
[ταῦτα τε]λέσθην·
[ὄσσα δὲ πρ]όσθ᾽ ἄμβροτε, πάντα λῦσα[ι,]
[καὶ φίλοι]σι ϝοῖσι χάραν γένεσθαι
[καὶ δύαν ἔ]χθροισι· γένοιτο δ᾽ ἄμμι
[δύσκλεα μ]ήδεις.
[τὰν κασιγ]νήταν δὲ θέλοι πόησθα[ι]
[ἔμμορον] τίμας· ὀνίαν δὲ λύγραν
[καὶ λόγοις] ὄτοισι πάροιθ᾽ ἀχεύων
[ἄμμον ἐδά]μ̣να
[κῆρ ὄνειδο]ς̣ εἰσαΐων τό κ᾽ ἐν χρῷ
[κέρρεν, ἀλ]λ᾽ ἐπ᾽ ἀγ[λαΐ]ᾳ πολίταν
[ἀββάλην ἄ]λλως, [ὄτα] νῆ κε δαῦτ᾽ οὖ-
[δεν διὰ μά]κρω·
[καὶ συνάορ]ον, αἴ κ[ε θέλη, ἀξίοι]σι
[ἐν λέχεσσ᾽ ἔ]χ̣ην· σὺ [δέ], κύνν[᾽ ἔ]ρε[μ]να,
[ρῖνα πρὸς γάᾳ] θεμ[έν]α κακάν[θην]
[ἄλλα πεδάγρ]η.

Edmonds 37

[πρὸς Χάραξον]
...Κύπρι, καί σε πι[κροτέρ]αν ἔπευρε·
οἰ δὲ καυχάσαντο τόδ᾽ ἔννέ[ποντες·]
'Δωρίχα τὸ δεύτερον ὠς πόθε[ννον]
[εἰς] ἔρον ἦλθε.'

Edmonds 65

[...] ἀλλ᾽ ἄγιτ᾽, ὦ φίλαι,
[ἀοίδας ἀπυλήξομεν], ἄγχι γὰρ ἀμέρα.
(Σα[φοῦς μ]ε[λῶν (β′)])

Edmonds 82

[πρὸς Ἄτθιδα?]
...'Ψάπφ᾽, ἦ μὰν οὔτως ἔγω οὔ σε φιλήσω.
ὦ φαῖν᾽ ἄμμι, κἠξ εὔναν λυῖε τέαν
πεφιλημμ[έν]αν ἴσχυν, ὔδατι δὲ
κρίνον [ὠς ἀ]κήρατον παρὰ κράναν
πέπλον Χῖον ἀπύσχοισα λούεο·
καὶ Κλεῖϊς σάων καβφέροισα γρῠταν
κροκόεντα λώπεά σ᾽ ἐββάλη καὶ
πέπλον πορφύριον· κἀββεβλημμένᾳ
χλαίνᾳ πέρ σ᾽ ἐξ[ακ]ρισάντων ἄνθινοι
στέφανοι περ[ὶ κρᾶτά σοι] δέθεντες,
κἄλθ᾽ ὄσᾳ μαίν[ης μ᾽ ἄδεα καλλ]όνᾳ.
φρῦσσον, ὦ Πρα[ξίνω, κάρ]υ᾽ ἄμμιν, ὠς
παρθένων πό[τον ἀδίω π]οήσω·
ἔκ τινος γὰρ θέων [ταῦτ᾽ ἄ]μμι, τέκνον·
ἦ μὰν τᾷδ᾽ ἀμέρ[ᾳ προτὶ] φιλτάταν
Μυτιλάνναν π[ολίων η]ὔξατ᾽ ἤδη
γυναίκων ἀ κα[λίστα Ψ]άπφ᾽ ἀπύβην
πεδ᾽ ἀμμέω[ν, ἀ μάτ]ηρ πεδὰ τῶν τέκνων
φίλτα[τ᾽ Ἄτθι, μῶν ἄρα] ταῦτα τὰ πρὶν
ἐπι[λάθεαι πάντ᾽ ἢ ὀμμναίσα᾽ ἔτι;...

Edmonds 83

[πρὸς Ἄτθιδα?]
[Ἄτθιδ᾽ οὔποτ᾽ ἄρ᾽ ὄ]ψ[ομαι,]
τεθνάκην δ᾽ ἀδόλως θέλω.
ἄ με ψισδομένα κατελίππανεν
πόλλα, καὶ τόδ᾽ ἔειπέ μ[οι·]
ᾬμ᾽, ὠς δεῖνα πεπ[όνθ]αμεν·
Ψάπφ᾽, ἦ μάν σ᾽ ἀέκοισ᾽ ἀπυλιππάνω.
τὰν δ᾽ ἔγω τάδ᾽ ἀμειβόμαν·
Χαίροισ᾽ ἔρχεο κἄμεθεν
μέμναισ᾽· οἶσθα γὰρ ὤς <τ᾽> ἐπεδήπομεν.
αἰ δὲ μὴ, ἀλλά σ᾽ ἔγω θέλω
ὄμναισαι τ[ὰ σ]ὺ [λά]θεαι,
ὄσσ᾽ ἄμμ[ες φίλα] καὶ κάλ᾽ ἐπάσχομεν·
πό[λλοις ἂ στεφάν]οις ἴων
καὶ βρ[όδων γλυ]κίων γ᾽ ὔμοι
κὰπ π[λόκων] πὰρ ἔμοι περεθήκαο,
καὶ πόλλαις ὐπαθύμιδας
πλέκταις ἀμφ᾽ ἀπαλᾳ δέρᾳ
ἀνθέων ἔκ[ατον] πεποημμέναις,
καὶ πόλλῳ ν[έαρο]ν σὺ χρῶ
βρενθείω πρ[οχόῳ μύρ]ω
ἐξαλείψαο κα[ὶ βασιληΐω,]
καὶ στρώμν[ας ἔπι κημένα]
ἀπάλαν πὰν [ὀνηάτων]
ἐξίης πόθο[ν ἤδε πότων γλυκίων]...

Edmonds 84

[...καὶ ταῦτά σ᾽ ἀμειβόμαν ἐγ]ω·
['Νὴ θέαν ἔγω σοι τόδ᾽ ὀμώ]μοκα,
[ὠς οὐδ᾽ αὔτα πόλλαις, ἀ]λλ᾽ ἴαν ἦχον
[μόναν ἂπ τῶ Δίος τὰν] παρθενίαν,
[ὔμως δ᾽ οὐκ ὄδδον] ὠρρώδων ὐπὲρ ὂν
[ἀπύ μοί ϝ᾽ ἐπέσκ]ηψ᾽ Ἦρα βάλεσθαι.'
[ταῦτ᾽ ἔγω σ᾽ ἠ]ΰφραν᾽ ἄρ᾽ ὠξυβόων δ᾽·
['Ἄμμι μάν,] πάρθεν᾽, ἀ νὺξ οὐκὶ βάρυ
[φαίνετ]᾽ ἔμμεν· ὤστ᾽ οὐ μὴ σύ γ᾽ ἀτύξη'...

Edmonds 85

...ἦρ᾽ ἀ[...
δῆρα το[...
Γογγύλα τ[᾽ ἔφατ᾽· 'Οὔ τι πᾳ τόδ᾽ ἔγνως;]
ἤ τι σᾶμ᾽ ἐθέλ[ης δεικνύναι τέαις]
παῖσι;' 'Μάλιστ᾽,' ἀμ[ειβόμαν ἔγω. 'Ἔρ-]
μας γ᾽ εἰσῆλθ᾽· ἐπὶ [δὲ βλέποισ᾽ ἔγω ϝε]
εἶπον· Ὦ δέσποτ᾽, ἔπ[παν ἀπωλόμαν·]
[ο]ὐ μὰ γὰρ μάκαιραν [ἔγω θέαν]
[ο]ὖδεν ἄδομ᾽ ἔπαρθ᾽ ἄγα[ν ἔτ᾽ ὄλβῳ,]
κατθάνην δ᾽ ἴμμερός τις ἄ[γρεσέ με·]
λῶ στᾶσ᾽ εἰς δροσόεντ᾽ ἄγ[ρον σέ μ᾽ οἶ]
Ἀτρῄδαν Ἀγαμ[έμνον᾽ ἄγαγες πρὶν]
[πά]ν τε ταἴρη[τον ἄνθος Ἀχαιίων.]
[χ]ρῆ δὲ τοῦτ[᾽ ἀπυλιππάνην με φαῦ-]
[ο]ς, ἄτις ὀ.[...]

Edmonds 86

[πρὸς Ἄτθιδα]
[Ἀτθι, σοὶ κἄμ᾽ Ἀνακτορία φίλα]
[πηλόροισ᾽ ἐνὶ] Σάρδε[σιν]
[ναίει, πό]λλακι τυίδε [ν]ῶν ἔχοισα,
ὤς ποτ᾽ ἐζώομεν βίον, ἆς ἔχε
σὲ θέᾳ ϝικέλαν ἀρι-
-γνώτᾳ, σᾷ δὲ μάλιστ᾽ ἔχαιρε μόλπᾳ.
νῦν δὲ Λύδαισιν ἐμπρέπεται γυναί-
κεσσιν ὤς ποτ᾽ ἀελίω
δύντος ἀ βροδοδάκτυλος σελάννα
πὰρ τὰ περρέχοισ᾽ ἄστρα, φάος δ᾽ ἐπί-
σχει θάλασσαν ἐπ᾽ ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούραις,
ἀ δ᾽ ἐέρσα κάλα κέχυται τεθά-
λαισι δὲ βρόδα κἄπαλ᾽ ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθεμώδης.
πόλλα δὲ ζαφοίταισ᾽ ἀγάνας ἐπι-
μνάσθεισ᾽ Ἀτθίδος ἰμμέρω
λέπταν ποι φρένα κῆρ᾽ ἄσᾳ βόρηται.
κῆθι τ᾽ ἔλθην ἄμμ᾽ ὀξυβόη· τὰ δ᾽ οὐ
νῷν γ᾽ ἄπυστα νὺξ πολύω[ς]
γαρυίει δι᾽ ἄλος πα[ρε]ν̣ρ̣ε̣ο̣[ίσας.]

Edmonds 89

Ἦλθες· κεὖ ἐποίησας· ἔγω δέ σε
μαόμαν, ὂν δ᾽ ἔφλαξας ἔμαν φρένα
καυομέναν πόθῳ· χαῖρ᾽ ἄμμι, <χαῖρε>
πόλλα καὶ ϝισᾱ́ρῑθμα τόσῳ χρόνῳ
ἀλλάλαν ἀπελείφθημεν.

Edmonds 94

...πτερύγων δ᾽ ὐπακακχέει
λιγύραν ἀοίδαν, ὄποτα φλόγι
<ὀ θέ>ος κατέτᾳ <γάα>ν
ἐπι<πε>πτάμενος καταύγη...

Edmonds 113A

[Εὐδαιμ]ονίαν τε κὐγίειαν

Edmonds 113B

[Γῆρας] ζαφύγοιμι, παῖδες· ἤβα

Edmonds 133

Ποικίλλεται μὲν γαῖα πολυστέφανος.

Edmonds 134

δολοπλόκας γὰρ Κυπρογένεος πρόπολον

Edmonds 158

...σοὶ χάριεν μὲν εἶδος
κὤππατα μελλιχόχροα
<νύμφ᾽,> ἔρος δὲ <τέῳ> κάλῳ
περκέχυται προσώπῳ,
καί σε τέτικεν ἐξόχως
Ἀφρόδιτα...
Κατηγορία:Επιγράμματα
Κατηγορία:Επιγράμματα