Παλατινή Ανθολογία/VII/25 Σιμωνίδου

AP VII 25 Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 25 (AP VII 25)


Κατηγορία:Υποσελίδες Κατηγορία:Επιγράμματα

VII 25 Σιμωνίδου

Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ' Ἐρώτων τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον Λήθης ἐνθάδ' ἔκυρσε δόμων,
ἀλλ' ὅτι τὸν χαρίεντα μετ' ἠιθέοισι Μεγιστέα καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
μολπῆς δ' οὐ λήγει μελιτερπέος, ἀλλ' ἔτ' ἐκεῖνον βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν ᾿Αίδῃ.
Κατηγορία:Επιγράμματα Κατηγορία:Υποσελίδες