Παλατινή Ανθολογία/VII/426 Αντιπάτρου

AP VII 426 Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, Αντιπάτρου του Σιδωνίου, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 426 (AP VII 426)


Κατηγορία:Υποσελίδες Κατηγορία:Επιγράμματα

VII 426 Αντιπάτρου

Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς;
“Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.
οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.
Κατηγορία:Επιγράμματα Κατηγορία:Υποσελίδες