Παλατινή Ανθολογία/XII/163 Ασκληπιάδη του Σάμιου
| ←Βιβλίο 12o, 166 | AP ΧII 163 εὗρεν Ἔρως τί καλῷ μίξει καλόν, οὐχὶ μάραγδον Συγγραφέας: Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική) |
Βιβλίο 12o, 168→ |
| εὗρεν Ἔρως τί καλῷ μίξει καλόν, οὐχὶ μάραγδον, Ασκληπιάδη του Σάμιου, Παλατινή Ανθολογία, βιβλίο 12ο, επίγραμμα 163 (AP ΧII 163) |
ΧII 163 Ασκληπιάδη του Σάμιου
- εὗρεν Ἔρως τί καλῷ μίξει καλόν, οὐχὶ μάραγδον
- χρυσῷ, ὃ μήτ᾽ ἀνθεῖ, μήτε γένοιτ᾽ ἐν ἴσῳ,
- οὐδ᾽ ἐλέφαντ᾽ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον
- Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.