Συγγραφέας:Ζηνόδοτος ο Εφέσιος
| ←Συγγραφείς: | Ζηνόδοτος ο Εφέσιος |
VII 117 Ζηνοδότου
- ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
- ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ, αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας·
- εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;
VII 315 Ριανού ή Ζηνοδότου
- Τρηχεῖαν κατ᾿ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
- ὡς ἐπ᾿ ἐμοὶ μηδ᾿ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δ᾿ ἥσυχα κεκλιμένος.
- ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ᾿ ἀστοῖσι φιλἠεὶς Τίμων οὐδ᾿ Ἀΐδῃ γνήσιος εἰμι νέκυς.
XVI 14 Ζηνοδότου / L.1 T.27 E.14
- Τίς γλύψας τὸν Ἒρωτα παρά κρήνησιν ἔθηκεν, οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι ;
μετάφραση
- Ποιος γλύπτης έστησεν εδώ τον Έρωτα στη βρύση, νομίζοντας πως το νερό τέτοια φωτιά θα σβήσει; Κατηγορία:Επιγραμματοποιοί της Ελληνικής Ανθολογίας